Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.180 Joseph. AJ 17.185 (English) >>Joseph. AJ 17.190

17.183τούτων ἀκροώμενος Ἡρώδης βραχὺ μὲν ἀνήνεγκεν ἡδονῇ τῶν γεγραμμένων θανάτῳ τε τῆς Ἀκμῆς ἐπαιρόμενος καὶ ἐξουσίᾳ τῆς ἐπὶ τῷ παιδὶ τιμωρίας, περιουσῶν δὲ εἰς μέγα τῶν ἀλγηδόνων παρίετο τεταλαιπωρημένος σιτίων· καὶ ᾔτησε μῆλον καὶ μαχαίριον· ἦν γὰρ ἐν ἔθει καὶ πρότερον αὐτῷ περιλέψαντι αὐτὸ διʼ αὐτοῦ καὶ κατʼ ὀλίγον τεμόντι ἐσθίειν. 17.184λαβὼν δὲ καὶ περισκεψάμενος γνώμην εἶχεν παίσων ἑαυτόν, κἂν ἐπεπράχει μὴ φθάσαντος αὐτοῦ καταλαβεῖν τὴν δεξιὰν Ἀχιάβου· ἀνεψιὸς ἦν αὐτοῦ. καὶ μέγα ἀνακραγόντος οἰμωγή τε αὖθις ἀνὰ τὸ βασίλειον ἦν καὶ θόρυβος μέγας ὡς οἰχομένου τοῦ βασιλέως. 17.185καὶ Ἀντίπατρος, πιστεύει γὰρ τέλος ἀληθῶς τὸν πατέρα ἔχειν, θάρσει τε ἐχρῆτο ἐπὶ τοῖς λόγοις ὅλος ὡς ἤδη τῶν δεσμῶν ἀφησόμενος καὶ τὴν βασιλείαν ἀκονιτὶ δεξόμενος εἰς χεῖρας, καὶ τῷ εἱρκτοφύλακι περὶ ἀφέσεως ἦν αὐτοῦ διάλογος μεγάλα ὑπισχνουμένου εἰς τὸ παρὸν καὶ ταὖθις, ὡς ἂν περὶ τοιῶνδε τοῦ ἀγῶνος ἐνεστηκότος. 17.186 δὲ οὐ μόνον ἀπειθὴς ἦν πράσσειν ἐφʼ οἷς ἠξίου Ἀντίπατρος, ἀλλὰ καὶ τῷ βασιλεῖ ἀποσημαίνει διάνοιαν τὴν ἐκείνου πολλῇ καὶ προσεισφορᾷ παρʼ αὑτοῦ χρώμενος. 17.187 δὲ Ἡρώδης καὶ πρότερον οὐχ ἡσσώμενος οὐδʼ εὐνοίᾳ τοῦ υἱέος ἐπεὶ ἤκουσε τοῦ εἱρκτοφύλακος ταῦτα εἰρηκότος, ἀνεβόησέν τε ἀνατυψάμενος τὴν κεφαλὴν καίπερ ἐν τῷ ὑστάτῳ ὢν καὶ ἐπὶ τὸν ἀγκῶνα περιάρας ἑαυτὸν κελεύει πέμψας τινὰ τῶν δορυφόρων μηδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος κτείνασιν αὐτὸν ἐν Ὑρκανίᾳ ταφὰς ἀσήμους ποιεῖσθαι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.180 Joseph. AJ 17.185 (English) >>Joseph. AJ 17.190

Powered by PhiloLogic